<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="469">Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε,</l><l n="470">Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων</l><l n="471">ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου,</l><l n="472">τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν</l><l n="473">εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω</l><l n="474">ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος</l><l n="475">ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς</l><l n="476">ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.</l><l n="477">τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς</l><l n="478">χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας</l><l n="479">δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.</l><l n="480">ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ</l><l n="481">φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον</l><l n="482">ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας,</l></div></div></body></text></TEI>