Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε, Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου, τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα. τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας. ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας,