<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="465">τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,</l><l n="466">καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο</l><l n="467">λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.</l><milestone ed="p" n="468" unit="card"/></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον</l><l n="469">Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε,</l><l n="470">Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων</l><l n="471">ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου,</l><l n="472">τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν</l><l n="473">εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω</l><l n="474">ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος</l><l n="475">ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς</l><l n="476">ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.</l><l n="477">τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς</l><l n="478">χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας</l><l n="479">δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.</l><l n="480">ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ</l><l n="481">φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον</l><l n="482">ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας,</l><l n="483">ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·</l><l n="484">θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.</l><l n="485">τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·</l><q><l n="486">μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="487">τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·</l><l n="488">καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες</l><l n="489">τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.</l><l n="490">ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων</l><l n="491">χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα</l><l n="492">ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·</l><l n="493">αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους</l><l n="494">Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι.</l><l n="495">πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν·</l><l n="496">ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,</l><l n="497">τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.</l><l n="498">τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν·</l></q></div></div></body></text></TEI>