τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος, καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε, Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου, τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα. τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας. ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας, ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα· θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο. τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε· μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ· καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα· αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι. πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν· ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν·