τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος· δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι, ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι, ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε· ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν. ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην· τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος, καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον