<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="45">γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.</l><l n="46">μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι</l><l n="47">ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·</l><l n="48">ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·</l><l n="49">τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.</l><l n="50">αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,</l><l n="51">ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο</l><l n="52">ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.</l><l n="53">μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·</l><l n="54">κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.</l></q></div></div></body></text></TEI>