<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="447">ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης.</l><l n="448">ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο</l><l n="449">ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι</l><l n="450">δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν</l><l n="451">λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες·</l><l n="452">ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι</l><l n="453">σταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς</l><l n="454">εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,</l><l n="455">τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων</l><l n="456">τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος·</l><l n="457">δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,</l><l n="458">ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,</l><l n="459">ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·</l><q><l n="460">ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα</l><l n="461">Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.</l><l n="462">ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος</l><l n="463">ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη</l><l n="464">ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·</l><l n="465">τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,</l></q></div></div></body></text></TEI>