<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="445">τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης</l><l n="446">πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,</l><l n="447">ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης.</l><l n="448">ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο</l><l n="449">ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι</l><l n="450">δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν</l><l n="451">λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες·</l><l n="452">ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι</l><l n="453">σταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς</l><l n="454">εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,</l><l n="455">τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων</l><l n="456">τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος·</l><l n="457">δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,</l><l n="458">ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,</l><l n="459">ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·</l><q><l n="460">ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα</l><l n="461">Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.</l><l n="462">ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος</l><l n="463">ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη</l><l n="464">ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·</l><l n="465">τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,</l><l n="466">καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο</l><l n="467">λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.</l><milestone ed="p" n="468" unit="card"/></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον</l><l n="469">Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε,</l><l n="470">Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων</l><l n="471">ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου,</l><l n="472">τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν</l><l n="473">εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω</l><l n="474">ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος</l><l n="475">ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς</l><l n="476">ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.</l><l n="477">τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς</l><l n="478">χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας</l><l n="479">δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.</l><l n="480">ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ</l><l n="481">φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον</l><l n="482">ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας,</l><l n="483">ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·</l><l n="484">θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.</l><l n="485">τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·</l><q><l n="486">μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="487">τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·</l><l n="488">καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες</l><l n="489">τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.</l><l n="490">ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων</l><l n="491">χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα</l><l n="492">ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·</l><l n="493">αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους</l><l n="494">Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι.</l><l n="495">πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν·</l><l n="496">ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,</l><l n="497">τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.</l><l n="498">τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν·</l><l n="499">ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,</l><l n="500">τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης</l><l n="501">Ἕκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν</l><l n="502">λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα.</l><l n="503">ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον</l><l n="504">μνησάμενος σοῦ πατρός· ἐγὼ δʼ ἐλεεινότερός περ,</l><l n="505">ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,</l><l n="506">ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι.</l><milestone ed="p" n="507" unit="card"/></q><l n="507"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο·</l><l n="508">ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.</l><l n="509">τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο</l><l n="510">κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,</l><l n="511">αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε</l><l n="512">Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει.</l><l n="513">αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,</l><l n="514">καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων,</l><l n="515">αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη</l><l n="516">οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,</l><l n="517">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="518">ἆ δείλʼ, ἦ δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν.</l><l n="519">πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος</l><l n="520">ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς</l><l n="521">υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.</l><l n="522">ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης</l><l n="523">ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·</l><l n="524">οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·</l><l n="525">ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι</l><l n="526">ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί.</l><l n="527">δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει</l><l n="528">δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·</l><l n="529">ᾧ μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,</l><l n="530">ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ·</l><l n="531">ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,</l><l n="532">καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,</l><l n="533">φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.</l><l n="534">ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα</l></q></div></div></body></text></TEI>