<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="435">τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι</l><l n="436">συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.</l><l n="437">σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,</l><l n="438">ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων·</l><l n="439">οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.</l></q><milestone ed="p" n="440" unit="card"/><l n="440"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους</l><l n="441">καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,</l><l n="442">ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.</l><l n="443">ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,</l><l n="444">οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,</l><l n="445">τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης</l><l n="446">πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,</l><l n="447">ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης.</l><l n="448">ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο</l><l n="449">ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι</l><l n="450">δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν</l><l n="451">λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες·</l><l n="452">ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι</l><l n="453">σταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς</l><l n="454">εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,</l><l n="455">τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων</l><l n="456">τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος·</l><l n="457">δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,</l><l n="458">ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,</l><l n="459">ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·</l><q><l n="460">ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα</l><l n="461">Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.</l><l n="462">ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος</l><l n="463">ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη</l><l n="464">ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·</l><l n="465">τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,</l><l n="466">καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο</l><l n="467">λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.</l><milestone ed="p" n="468" unit="card"/></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον</l><l n="469">Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε,</l><l n="470">Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων</l><l n="471">ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου,</l></div></div></body></text></TEI>