<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="428">τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.</l><l n="429">ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,</l><l n="430">αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,</l><l n="431">ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.</l></q><l n="432"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="433">πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,</l><l n="434">ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.</l><l n="435">τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι</l><l n="436">συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.</l><l n="437">σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,</l><l n="438">ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων·</l><l n="439">οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.</l></q><milestone ed="p" n="440" unit="card"/><l n="440"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους</l><l n="441">καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,</l><l n="442">ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.</l><l n="443">ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,</l><l n="444">οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,</l><l n="445">τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης</l><l n="446">πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,</l></div></div></body></text></TEI>