τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ. ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον, αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν, ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι. τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις, ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι. τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται. σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην, ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων· οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο. ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ. ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο, οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο, τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,