<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="420">οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκεν</l><l n="421">ὅσσʼ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.</l><l n="422">ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος</l><l n="423">καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.</l></q><l n="424"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δʼ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ·</l><q><l n="425">ὦ τέκος, ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι</l><l n="426">ἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε,</l><l n="427">λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·</l><l n="428">τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.</l><l n="429">ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,</l><l n="430">αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,</l><l n="431">ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.</l></q><l n="432"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="433">πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,</l><l n="434">ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.</l><l n="435">τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι</l><l n="436">συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.</l><l n="437">σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,</l><l n="438">ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων·</l><l n="439">οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.</l></q><milestone ed="p" n="440" unit="card"/><l n="440"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους</l><l n="441">καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,</l><l n="442">ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.</l><l n="443">ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,</l><l n="444">οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,</l><l n="445">τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης</l><l n="446">πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,</l><l n="447">ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης.</l><l n="448">ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο</l><l n="449">ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι</l><l n="450">δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν</l><l n="451">λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες·</l><l n="452">ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι</l><l n="453">σταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς</l><l n="454">εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,</l><l n="455">τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων</l><l n="456">τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος·</l><l n="457">δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,</l><l n="458">ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,</l><l n="459">ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·</l><q><l n="460">ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα</l><l n="461">Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.</l><l n="462">ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος</l><l n="463">ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη</l><l n="464">ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·</l><l n="465">τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,</l><l n="466">καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο</l><l n="467">λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.</l><milestone ed="p" n="468" unit="card"/></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον</l><l n="469">Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε,</l><l n="470">Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων</l><l n="471">ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου,</l><l n="472">τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν</l><l n="473">εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω</l><l n="474">ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος</l><l n="475">ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς</l><l n="476">ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.</l><l n="477">τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς</l><l n="478">χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας</l><l n="479">δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.</l><l n="480">ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ</l><l n="481">φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον</l><l n="482">ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας,</l><l n="483">ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·</l><l n="484">θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.</l><l n="485">τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·</l><q><l n="486">μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="487">τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·</l><l n="488">καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες</l><l n="489">τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.</l><l n="490">ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων</l><l n="491">χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα</l><l n="492">ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·</l><l n="493">αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους</l><l n="494">Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι.</l><l n="495">πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν·</l><l n="496">ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,</l></q></div></div></body></text></TEI>