<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="415">ἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.</l><l n="416">ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο</l><l n="417">ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,</l><l n="418">οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν</l><l n="419">οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται,</l><l n="420">οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκεν</l><l n="421">ὅσσʼ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.</l><l n="422">ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος</l><l n="423">καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.</l></q><l n="424"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δʼ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ·</l><q><l n="425">ὦ τέκος, ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι</l><l n="426">ἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε,</l><l n="427">λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·</l><l n="428">τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.</l><l n="429">ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,</l><l n="430">αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,</l><l n="431">ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.</l></q><l n="432"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="433">πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,</l><l n="434">ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.</l><l n="435">τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι</l><l n="436">συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.</l><l n="437">σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,</l><l n="438">ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων·</l><l n="439">οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.</l></q><milestone ed="p" n="440" unit="card"/><l n="440"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους</l></div></div></body></text></TEI>