ἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν. ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ, οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται, οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκεν ὅσσʼ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν. ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι. ὣς φάτο, γήθησεν δʼ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ· ὦ τέκος, ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι ἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε, λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι· τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ. ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον, αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν, ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι. τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις, ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι. τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται. σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην, ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων· οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο. ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους