<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="399">ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·</l><l n="400">τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι.</l><l n="401">νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρ</l><l n="402">θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.</l><l n="403">ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται</l><l n="404">ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.</l><milestone ed="p" n="405" unit="card"/></q><l n="405"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="406">εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος</l><l n="407">εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,</l><l n="408">ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη</l><l n="409">ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.</l></q><l n="410"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="411">ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί,</l><l n="412">ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ</l></q></div></div></body></text></TEI>