πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον. τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτʼ ἐπὶ νηυσὶν ἐλάσσας Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ· ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι. τοῦ γὰρ ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής· Μυρμιδόνων δʼ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ. ἀφνειὸς μὲν ὅ γʼ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε, ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι· τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι. νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρ θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί. ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον, ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη