<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="371">σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.</l><milestone ed="p" n="372" unit="card"/></q><l n="372"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="373">οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.</l><l n="374">ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,</l><l n="375">ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι</l><l n="376">αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,</l><l n="377">πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων.</l></q><l n="378"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="379">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.</l><l n="380">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="381">ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ</l><l n="382">ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,</l><l n="383">ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν</l><l n="384">δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε</l><l n="385">σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετʼ Ἀχαιῶν.</l></q><l n="386"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="387">τίς δὲ σύ ἐσσι φέριστε τέων δʼ ἔξεσσι τοκήων;</l><l n="388">ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.</l></q><l n="389"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l></div></div></body></text></TEI>