<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="37">καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα</l><l n="38">ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.</l><l n="39">ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,</l><l n="40">ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα</l><l n="41">γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν,</l><l n="42">ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ</l><l n="43">εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·</l><l n="44">ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς</l><l n="45">γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.</l><l n="46">μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι</l><l n="47">ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·</l><l n="48">ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·</l><l n="49">τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.</l><l n="50">αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,</l><l n="51">ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο</l><l n="52">ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.</l><l n="53">μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·</l><l n="54">κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.</l></q><l n="55"><milestone ed="P" unit="para"/>τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·</l><q><l n="56">εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε</l><l n="57">εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.</l><l n="58">Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·</l><l n="59">αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ</l><l n="60">θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν</l><l n="61">Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι.</l><l n="62">πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι</l><l n="63">δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.</l></q><milestone ed="p" n="64" unit="card"/><l n="64"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="65">Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·</l><l n="66">οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ</l><l n="67">φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·</l><l n="68">ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.</l><l n="69">οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης</l><l n="70">λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.</l><l n="71">ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,</l><l n="72">λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ</l><l n="73">μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.</l><l n="74">ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,</l><l n="75">ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς</l><l n="76">δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ.</l></q><l n="77"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,</l><l n="78">μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης</l><l n="79">ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.</l><l n="80">ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,</l><l n="81">ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα</l><l n="82">ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.</l><l n="83">εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι</l><l n="84">εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς</l><l n="85">κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε</l><l n="86">φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.</l><l n="87">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="88">ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.</l></q><l n="89">τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="90">τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ</l><l n="91">μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.</l><l n="92">εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.</l><milestone ed="p" n="93" unit="card"/></q><l n="93"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων</l><l n="94">κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος.</l><l n="95">βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις</l><l n="96">ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.</l><l n="97">ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,</l><l n="98">εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες</l><l n="99">εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.</l><l n="100">ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη.</l><l n="101">Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε</l><l n="102">καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα.</l><l n="103">τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l></div></div></body></text></TEI>