χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε· πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι; οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς, οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι; τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν τοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη; οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ, ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις. ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα, ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων. τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ, ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετʼ Ἀχαιῶν. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· τίς δὲ σύ ἐσσι φέριστε τέων δʼ ἔξεσσι τοκήων; ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες. τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον. τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτʼ ἐπὶ νηυσὶν ἐλάσσας Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ· ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι. τοῦ γὰρ ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής· Μυρμιδόνων δʼ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.