<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="355">ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω.</l><l n="356">ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειτα</l><l n="357">γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ.</l></q><l n="358"><milestone ed="P" unit="para"/>ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς,</l><l n="359">ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,</l><l n="360">στῆ δὲ ταφών· αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν</l><l n="361">χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·</l><q><l n="362">πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις</l><l n="363">νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;</l><l n="364">οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,</l><l n="365">οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;</l><l n="366">τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν</l><l n="367">τοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;</l><l n="368">οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,</l><l n="369">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.</l><l n="370">ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον</l><l n="371">σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.</l><milestone ed="p" n="372" unit="card"/></q><l n="372"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="373">οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.</l><l n="374">ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,</l><l n="375">ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι</l><l n="376">αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,</l><l n="377">πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων.</l></q><l n="378"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="379">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.</l><l n="380">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="381">ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ</l><l n="382">ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,</l><l n="383">ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν</l><l n="384">δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε</l><l n="385">σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετʼ Ἀχαιῶν.</l></q><l n="386"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="387">τίς δὲ σύ ἐσσι φέριστε τέων δʼ ἔξεσσι τοκήων;</l><l n="388">ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.</l></q><l n="389"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="390">πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.</l><l n="391">τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ</l><l n="392">ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτʼ ἐπὶ νηυσὶν ἐλάσσας</l><l n="393">Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ·</l><l n="394">ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς</l><l n="395">εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι.</l><l n="396">τοῦ γὰρ ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής·</l><l n="397">Μυρμιδόνων δʼ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.</l><l n="398">ἀφνειὸς μὲν ὅ γʼ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,</l><l n="399">ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·</l><l n="400">τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι.</l><l n="401">νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρ</l><l n="402">θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.</l><l n="403">ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται</l><l n="404">ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.</l><milestone ed="p" n="405" unit="card"/></q><l n="405"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="406">εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος</l><l n="407">εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,</l><l n="408">ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη</l><l n="409">ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.</l></q><l n="410"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="411">ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί,</l><l n="412">ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ</l><l n="413">αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς</l><l n="414">κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ</l><l n="415">ἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.</l><l n="416">ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο</l><l n="417">ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,</l><l n="418">οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν</l><l n="419">οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται,</l><l n="420">οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκεν</l><l n="421">ὅσσʼ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.</l><l n="422">ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος</l><l n="423">καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.</l></q><l n="424"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δʼ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ·</l><q><l n="425">ὦ τέκος, ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι</l><l n="426">ἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε,</l><l n="427">λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·</l><l n="428">τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.</l><l n="429">ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,</l><l n="430">αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,</l><l n="431">ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.</l></q><l n="432"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="433">πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,</l><l n="434">ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.</l><l n="435">τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι</l><l n="436">συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.</l><l n="437">σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,</l><l n="438">ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων·</l><l n="439">οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.</l></q><milestone ed="p" n="440" unit="card"/><l n="440"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους</l><l n="441">καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,</l><l n="442">ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.</l><l n="443">ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,</l><l n="444">οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,</l></div></div></body></text></TEI>