<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="352">τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ</l><l n="353">Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·</l><q><l n="354">φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.</l><l n="355">ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω.</l><l n="356">ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειτα</l><l n="357">γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ.</l></q><l n="358"><milestone ed="P" unit="para"/>ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς,</l><l n="359">ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,</l><l n="360">στῆ δὲ ταφών· αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν</l><l n="361">χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·</l><q><l n="362">πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις</l><l n="363">νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;</l><l n="364">οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,</l><l n="365">οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;</l><l n="366">τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν</l><l n="367">τοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;</l><l n="368">οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,</l><l n="369">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.</l><l n="370">ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον</l></q></div></div></body></text></TEI>