<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="35">τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι</l><l n="36">ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ</l><l n="37">καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα</l><l n="38">ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.</l><l n="39">ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,</l><l n="40">ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα</l><l n="41">γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν,</l><l n="42">ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ</l><l n="43">εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·</l><l n="44">ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς</l></q></div></div></body></text></TEI>