<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="345">τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.</l><l n="346">αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,</l><l n="347">βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς</l><l n="348">πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.</l><l n="349"><milestone ed="P" unit="para"/>οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,</l><l n="350">στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν</l><l n="351">ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.</l><l n="352">τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ</l><l n="353">Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·</l><q><l n="354">φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.</l><l n="355">ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω.</l><l n="356">ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειτα</l><l n="357">γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ.</l></q><l n="358"><milestone ed="P" unit="para"/>ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς,</l><l n="359">ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,</l><l n="360">στῆ δὲ ταφών· αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν</l><l n="361">χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·</l><q><l n="362">πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις</l><l n="363">νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;</l><l n="364">οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,</l><l n="365">οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;</l><l n="366">τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν</l><l n="367">τοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;</l><l n="368">οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,</l><l n="369">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.</l><l n="370">ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον</l><l n="371">σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.</l><milestone ed="p" n="372" unit="card"/></q><l n="372"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="373">οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.</l><l n="374">ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,</l><l n="375">ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι</l><l n="376">αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,</l><l n="377">πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων.</l></q><l n="378"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="379">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.</l><l n="380">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="381">ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ</l><l n="382">ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,</l><l n="383">ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν</l><l n="384">δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε</l><l n="385">σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετʼ Ἀχαιῶν.</l></q><l n="386"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="387">τίς δὲ σύ ἐσσι φέριστε τέων δʼ ἔξεσσι τοκήων;</l><l n="388">ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.</l></q><l n="389"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="390">πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.</l><l n="391">τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ</l><l n="392">ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτʼ ἐπὶ νηυσὶν ἐλάσσας</l><l n="393">Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ·</l><l n="394">ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς</l><l n="395">εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι.</l><l n="396">τοῦ γὰρ ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής·</l><l n="397">Μυρμιδόνων δʼ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.</l><l n="398">ἀφνειὸς μὲν ὅ γʼ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,</l><l n="399">ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·</l><l n="400">τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι.</l><l n="401">νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρ</l><l n="402">θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.</l><l n="403">ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται</l><l n="404">ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.</l><milestone ed="p" n="405" unit="card"/></q><l n="405"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="406">εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος</l><l n="407">εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,</l><l n="408">ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη</l><l n="409">ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.</l></q><l n="410"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="411">ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί,</l><l n="412">ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ</l><l n="413">αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς</l><l n="414">κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ</l><l n="415">ἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.</l><l n="416">ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο</l><l n="417">ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,</l><l n="418">οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν</l><l n="419">οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται,</l><l n="420">οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκεν</l><l n="421">ὅσσʼ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.</l><l n="422">ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος</l><l n="423">καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.</l></q><l n="424"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δʼ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ·</l><q><l n="425">ὦ τέκος, ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι</l><l n="426">ἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε,</l><l n="427">λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·</l><l n="428">τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.</l><l n="429">ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,</l><l n="430">αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,</l><l n="431">ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.</l></q><l n="432"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="433">πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,</l><l n="434">ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.</l><l n="435">τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι</l><l n="436">συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.</l><l n="437">σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,</l><l n="438">ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων·</l><l n="439">οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.</l></q><milestone ed="p" n="440" unit="card"/><l n="440"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους</l><l n="441">καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,</l><l n="442">ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.</l><l n="443">ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,</l><l n="444">οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,</l><l n="445">τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης</l><l n="446">πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,</l><l n="447">ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης.</l><l n="448">ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο</l><l n="449">ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι</l><l n="450">δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν</l><l n="451">λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες·</l><l n="452">ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι</l><l n="453">σταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς</l><l n="454">εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,</l><l n="455">τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων</l><l n="456">τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος·</l><l n="457">δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,</l><l n="458">ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,</l><l n="459">ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·</l><q><l n="460">ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα</l><l n="461">Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.</l><l n="462">ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος</l><l n="463">ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη</l><l n="464">ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·</l><l n="465">τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,</l><l n="466">καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο</l><l n="467">λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.</l><milestone ed="p" n="468" unit="card"/></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον</l><l n="469">Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε,</l><l n="470">Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων</l><l n="471">ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου,</l><l n="472">τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν</l><l n="473">εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω</l><l n="474">ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος</l><l n="475">ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς</l><l n="476">ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.</l><l n="477">τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς</l><l n="478">χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας</l><l n="479">δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.</l><l n="480">ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ</l><l n="481">φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον</l><l n="482">ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας,</l><l n="483">ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·</l><l n="484">θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.</l><l n="485">τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·</l><q><l n="486">μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="487">τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·</l><l n="488">καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες</l><l n="489">τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.</l><l n="490">ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων</l><l n="491">χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα</l><l n="492">ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·</l><l n="493">αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους</l><l n="494">Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι.</l><l n="495">πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν·</l><l n="496">ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,</l><l n="497">τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.</l><l n="498">τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν·</l><l n="499">ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,</l><l n="500">τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης</l><l n="501">Ἕκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν</l><l n="502">λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα.</l><l n="503">ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον</l><l n="504">μνησάμενος σοῦ πατρός· ἐγὼ δʼ ἐλεεινότερός περ,</l><l n="505">ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,</l><l n="506">ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι.</l><milestone ed="p" n="507" unit="card"/></q><l n="507"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο·</l><l n="508">ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.</l><l n="509">τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο</l><l n="510">κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,</l><l n="511">αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε</l><l n="512">Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει.</l><l n="513">αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,</l><l n="514">καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων,</l><l n="515">αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη</l><l n="516">οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,</l><l n="517">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="518">ἆ δείλʼ, ἦ δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν.</l><l n="519">πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος</l><l n="520">ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς</l><l n="521">υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.</l><l n="522">ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης</l><l n="523">ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·</l><l n="524">οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·</l><l n="525">ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι</l><l n="526">ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί.</l><l n="527">δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει</l><l n="528">δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·</l><l n="529">ᾧ μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,</l><l n="530">ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ·</l><l n="531">ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,</l><l n="532">καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,</l><l n="533">φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.</l><l n="534">ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα</l><l n="535">ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο</l><l n="536">ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,</l><l n="537">καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.</l><l n="538">ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι</l><l n="539">παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,</l><l n="540">ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε</l><l n="541">γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης</l><l n="542">ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.</l><l n="543">καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·</l><l n="544">ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει</l><l n="545">καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,</l><l n="546">τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.</l><l n="547">αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγον Οὐρανίωνες</l><l n="548">αἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε.</l><l n="549">ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·</l><l n="550">οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,</l><l n="551">οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.</l><milestone ed="p" n="552" unit="card"/></q><l n="552"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="553">μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ</l><l n="554">κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα</l><l n="555">λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα</l><l n="556">πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις</l><l n="557">σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας</l><l n="558">αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.</l></q><l n="559"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="560">μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς</l><l n="561">Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε</l><l n="562">μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.</l><l n="563">καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,</l><l n="564">ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="565">οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν,</l><l n="566">ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα</l><l n="567">ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.</l><l n="568">τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,</l><l n="569">μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω</l><l n="570">καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.</l></q><l n="571"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.</l><l n="572">Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε</l><l n="573">οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο</l><l n="574">ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα</l></div></div></body></text></TEI>