εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει· τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης. αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε, βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη. οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν, στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν. τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε· φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται. ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω. ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειτα