αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο· εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει· τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης. αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε, βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη. οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν, στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν. τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε· φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται. ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω. ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειτα γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ. ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς, ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι, στῆ δὲ ταφών· αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε· πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι; οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς, οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι; τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν τοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη; οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ, ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις. ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα, ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων. τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ, ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετʼ Ἀχαιῶν. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· τίς δὲ σύ ἐσσι φέριστε τέων δʼ ἔξεσσι τοκήων; ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες. τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον. τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτʼ ἐπὶ νηυσὶν ἐλάσσας Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ· ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι. τοῦ γὰρ ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής· Μυρμιδόνων δʼ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ. ἀφνειὸς μὲν ὅ γʼ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε, ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι· τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι. νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρ θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί. ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον, ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς. τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί, ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ ἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν. ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ, οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται, οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκεν ὅσσʼ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν. ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι. ὣς φάτο, γήθησεν δʼ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ· ὦ τέκος, ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι ἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε, λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι· τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ. ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον, αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν, ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι. τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις, ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι. τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται. σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην, ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων· οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο. ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ. ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο, οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο, τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας, ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης. ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες· ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι σταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί, τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος· δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι, ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι, ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε· ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν. ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην· τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος, καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε, Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου, τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα. τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας. ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας, ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα· θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο. τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε· μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ· καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα· αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι.