<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="314"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς</l><l n="315">αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν</l><l n="316">μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν.</l><l n="317">ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται</l><l n="318">ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα,</l><l n="319">τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι</l><l n="320">δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες</l><l n="321">γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.</l><l n="322"><milestone ed="P" unit="para"/>σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,</l><l n="323">ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.</l><l n="324">πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,</l><l n="325">τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν</l><l n="326">ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε</l><l n="327">καρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντο</l><l n="328">πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.</l><l n="329">οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο,</l><l n="330">οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο</l><l n="331">παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν</l><l n="332">ἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα,</l></div></div></body></text></TEI>