ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν. ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα, τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου, ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου. πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην, τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε καρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντο πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα. οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο, οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν ἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα,