<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="261">ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι</l><l n="262">ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.</l><l n="263">οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,</l><l n="264">ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;</l><milestone ed="p" n="265" unit="card"/></q><l n="265"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν</l><l n="266">ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην</l><l n="267">καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,</l><l n="268">κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον</l><l n="269">πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·</l><l n="270">ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.</l><l n="271">καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ</l><l n="272">πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,</l><l n="273">τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα</l><l n="274">ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.</l><l n="275">ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης</l><l n="276">νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα,</l><l n="277">ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,</l><l n="278">τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.</l><l n="279">ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς</l><l n="280">αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.</l><l n="281"><milestone ed="P" unit="para"/>τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι</l><l n="282">κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες·</l><l n="283">ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ</l><l n="284">οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι</l><l n="285">χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·</l><l n="286">στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="287">τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι</l><l n="288">ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς</l><l n="289">ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.</l><l n="290">ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι</l><l n="291">Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,</l><l n="292">αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ</l><l n="293">φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,</l><l n="294">δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας</l></q></div></div></body></text></TEI>