<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="257">Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην</l><l n="258">Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει</l><l n="259">ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.</l><l n="260">τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται</l><l n="261">ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι</l><l n="262">ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.</l><l n="263">οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,</l><l n="264">ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;</l><milestone ed="p" n="265" unit="card"/></q><l n="265"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν</l><l n="266">ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην</l><l n="267">καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,</l><l n="268">κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον</l><l n="269">πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·</l><l n="270">ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.</l><l n="271">καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ</l><l n="272">πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,</l><l n="273">τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα</l><l n="274">ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.</l><l n="275">ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης</l></div></div></body></text></TEI>