<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="247"><milestone ed="P" unit="para"/>ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω</l><l n="248">σπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα</l><l n="249">νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον</l><l n="250">Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην</l><l n="251">Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·</l><l n="252">ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε·</l><q><l n="253">σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες</l><l n="254">Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.</l><l n="255">ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους</l><l n="256">Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι,</l><l n="257">Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην</l><l n="258">Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει</l><l n="259">ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.</l><l n="260">τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται</l><l n="261">ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι</l><l n="262">ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.</l><l n="263">οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,</l><l n="264">ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;</l><milestone ed="p" n="265" unit="card"/></q><l n="265"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν</l><l n="266">ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην</l><l n="267">καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,</l><l n="268">κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον</l><l n="269">πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·</l><l n="270">ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.</l><l n="271">καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ</l><l n="272">πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,</l><l n="273">τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα</l><l n="274">ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.</l><l n="275">ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης</l><l n="276">νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα,</l><l n="277">ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,</l><l n="278">τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.</l><l n="279">ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς</l><l n="280">αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.</l><l n="281"><milestone ed="P" unit="para"/>τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι</l><l n="282">κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες·</l><l n="283">ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ</l><l n="284">οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι</l><l n="285">χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·</l><l n="286">στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="287">τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι</l><l n="288">ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς</l><l n="289">ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.</l><l n="290">ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι</l><l n="291">Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,</l><l n="292">αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ</l><l n="293">φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,</l><l n="294">δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας</l><l n="295">τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.</l><l n="296">εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,</l><l n="297">οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην</l><l n="298">νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.</l></q><milestone ed="p" n="299" unit="card"/><l n="299"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·</l><q><l n="300">ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω.</l><l n="301">ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ.</l></q><l n="302"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς</l><l n="303">χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη</l><l n="304">χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα.</l><l n="305">νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·</l><l n="306">εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον</l><l n="307">οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·</l><q><l n="308">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε</l><l n="309">δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν,</l><l n="310">πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ</l><l n="311">φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,</l><l n="312">δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας</l><l n="313">τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.</l></q><l n="314"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς</l><l n="315">αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν</l><l n="316">μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν.</l><l n="317">ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται</l><l n="318">ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα,</l><l n="319">τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι</l><l n="320">δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες</l><l n="321">γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.</l><l n="322"><milestone ed="P" unit="para"/>σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,</l><l n="323">ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.</l><l n="324">πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,</l><l n="325">τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν</l><l n="326">ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε</l><l n="327">καρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντο</l><l n="328">πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.</l><l n="329">οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο,</l><l n="330">οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο</l><l n="331">παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν</l><l n="332">ἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα,</l><l n="333">αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·</l><q><l n="334">Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν</l><l n="335">ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες ᾧ κʼ ἐθέλῃσθα,</l><l n="336">βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν</l><l n="337">ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ</l><l n="338">τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δʼ ἱκέσθαι.</l><milestone ed="p" n="339" unit="card"/></q><l n="339"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.</l><l n="340">αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα</l><l n="341">ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν</l><l n="342">ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·</l><l n="343">εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει</l><l n="344">ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·</l><l n="345">τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.</l><l n="346">αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,</l><l n="347">βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς</l><l n="348">πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.</l><l n="349"><milestone ed="P" unit="para"/>οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,</l><l n="350">στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν</l><l n="351">ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.</l><l n="352">τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ</l><l n="353">Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·</l><q><l n="354">φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.</l><l n="355">ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω.</l><l n="356">ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειτα</l><l n="357">γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ.</l></q><l n="358"><milestone ed="P" unit="para"/>ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς,</l><l n="359">ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,</l><l n="360">στῆ δὲ ταφών· αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν</l><l n="361">χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·</l><q><l n="362">πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις</l><l n="363">νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;</l><l n="364">οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,</l><l n="365">οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;</l><l n="366">τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν</l><l n="367">τοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;</l><l n="368">οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,</l><l n="369">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.</l><l n="370">ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον</l><l n="371">σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.</l><milestone ed="p" n="372" unit="card"/></q><l n="372"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="373">οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.</l><l n="374">ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,</l><l n="375">ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι</l><l n="376">αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,</l><l n="377">πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων.</l></q><l n="378"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="379">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.</l><l n="380">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="381">ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ</l></q></div></div></body></text></TEI>