αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων· ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες; ἦ ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκε παῖδʼ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες· ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω. ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω σπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν· ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε· σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι. ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι, Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο. τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες. οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα, ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο; ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς, κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός· ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον, τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν. ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα, ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα. ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ. τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες· ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην· στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης. ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται, αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων. εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς, οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα. τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής· ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω. ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ. ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα.