<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="233">ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,</l><l n="234">ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες</l><l n="235">ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ</l><l n="236">φείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷ</l><l n="237">λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας</l><l n="238">αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων·</l><q><l n="239">ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν</l><l n="240">οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;</l><l n="241">ἦ ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκε</l><l n="242">παῖδʼ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·</l><l n="243">ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε</l><l n="244">κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε</l><l n="245">πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε</l><l n="246">ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.</l></q><l n="247"><milestone ed="P" unit="para"/>ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω</l><l n="248">σπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα</l><l n="249">νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον</l><l n="250">Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην</l><l n="251">Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·</l><l n="252">ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε·</l><q><l n="253">σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες</l><l n="254">Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.</l><l n="255">ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους</l><l n="256">Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι,</l><l n="257">Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην</l><l n="258">Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει</l><l n="259">ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.</l><l n="260">τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται</l><l n="261">ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι</l><l n="262">ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.</l><l n="263">οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,</l><l n="264">ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;</l><milestone ed="p" n="265" unit="card"/></q><l n="265"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν</l><l n="266">ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην</l><l n="267">καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,</l><l n="268">κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον</l><l n="269">πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·</l><l n="270">ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.</l><l n="271">καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ</l><l n="272">πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,</l><l n="273">τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα</l></div></div></body></text></TEI>