<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="219">ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.</l><l n="220">εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν,</l><l n="221">ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,</l><l n="222">ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·</l><l n="223">νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,</l><l n="224">εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα</l><l n="225">τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="226">βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς</l><l n="227">ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.</l></q><milestone ed="p" n="228" unit="card"/><l n="228"><milestone ed="P" unit="para"/>ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν·</l><l n="229">ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,</l><l n="230">δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,</l><l n="231">τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας.</l><l n="232">χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,</l><l n="233">ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,</l><l n="234">ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες</l><l n="235">ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ</l><l n="236">φείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷ</l><l n="237">λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας</l></div></div></body></text></TEI>