<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="200"><milestone ed="P" unit="para"/>ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·</l><q><l n="201">ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ</l><l n="202">ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις;</l><l n="203">πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος</l><l n="204">ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς</l><l n="205">υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.</l><l n="206">εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν</l><l n="207">ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει,</l><l n="208">οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν</l><l n="209">ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ</l><l n="210">γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,</l><l n="211">ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων</l><l n="212">ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι</l><l n="213">ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο</l><l n="214">παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,</l><l n="215">ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων</l><l n="216">ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.</l></q><l n="217"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·</l><q><l n="218">μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ</l></q></div></div></body></text></TEI>