<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="192">κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·</l><l n="193">ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·</l><q><l n="194">δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε</l><l n="195">λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="196">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.</l><l n="197">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;</l><l n="198">αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε</l><l n="199">κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.</l><milestone ed="p" n="200" unit="card"/></q><l n="200"><milestone ed="P" unit="para"/>ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·</l><q><l n="201">ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ</l><l n="202">ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις;</l><l n="203">πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος</l><l n="204">ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς</l><l n="205">υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.</l><l n="206">εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν</l><l n="207">ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει,</l><l n="208">οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν</l><l n="209">ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ</l><l n="210">γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,</l><l n="211">ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων</l><l n="212">ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι</l><l n="213">ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο</l><l n="214">παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,</l><l n="215">ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων</l><l n="216">ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.</l></q><l n="217"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·</l><q><l n="218">μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ</l><l n="219">ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.</l><l n="220">εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν,</l><l n="221">ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,</l><l n="222">ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·</l><l n="223">νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,</l><l n="224">εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα</l><l n="225">τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="226">βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς</l><l n="227">ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.</l></q><milestone ed="p" n="228" unit="card"/><l n="228"><milestone ed="P" unit="para"/>ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν·</l><l n="229">ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,</l><l n="230">δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,</l><l n="231">τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας.</l><l n="232">χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,</l></div></div></body></text></TEI>