<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="181">μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·</l><l n="182">τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης,</l><l n="183">ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.</l><l n="184">αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,</l><l n="185">οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·</l><l n="186">οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,</l><l n="187">ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.</l></q><l n="188"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="189">αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην</l><l n="190">ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς.</l><l n="191">αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα</l><l n="192">κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·</l><l n="193">ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·</l><q><l n="194">δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε</l><l n="195">λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="196">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.</l><l n="197">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;</l><l n="198">αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε</l><l n="199">κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.</l></q></div></div></body></text></TEI>