δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος· τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης, ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει· οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων, ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς. αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει· ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε· δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι; αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν. ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ· ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις; πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ. εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει, οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι