<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="162">δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸς</l><l n="163">ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ</l><l n="164">κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος</l><l n="165">τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.</l><l n="166">θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο</l><l n="167">τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ</l><l n="168">χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.</l><l n="169">στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα</l><l n="170">τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·</l><q><l n="171">θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·</l><l n="172">οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω</l><l n="173">ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="174">ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.</l><l n="175">λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,</l><l n="176">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ</l><l n="177">οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.</l><l n="178">κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι</l><l n="179">ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις</l><l n="180">νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.</l></q></div></div></body></text></TEI>