<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="15">Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,</l><l n="16">τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος</l><l n="17">αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν</l><l n="18">ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων</l><l n="19">πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων</l><l n="20">καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε</l><l n="21">χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.</l><milestone ed="p" n="22" unit="card"/><l n="22"><milestone ed="P" unit="para"/>ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·</l><l n="23">τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,</l><l n="24">κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.</l></div></div></body></text></TEI>