<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><l n="125">τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.</l><l n="126">ἣ δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ,</l><l n="127">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="128">τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων</l><l n="129">σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου</l><l n="130">οὔτʼ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι</l><l n="131">μίσγεσθʼ· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη</l><l n="132">ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.</l><l n="133">ἀλλʼ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·</l><l n="134">σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων</l></q></div></div></body></text></TEI>