<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="24"><q><l n="115">Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν,</l><l n="116">αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ.</l><l n="117">αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω</l><l n="118">λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="119">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.</l><milestone ed="p" n="120" unit="card"/></q><l n="120"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,</l><l n="121">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα,</l><l n="122">ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γε</l><l n="123">εὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="124">ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·</l></div></div></body></text></TEI>