ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε. ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν, τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων· τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες, κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην. ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ, ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,