<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="896">δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="897">Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.</l></div><div type="textpart" subtype="Book" n="24"><milestone ed="p" n="1" unit="card"/><l n="1">λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι</l><l n="2">ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο</l><l n="3">ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς</l><l n="4">κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος</l><l n="5">ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα</l><l n="6">Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,</l><l n="7">ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα</l><l n="8">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·</l><l n="9">τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,</l><l n="10">ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε</l><l n="11">ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς</l><l n="12">δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς</l><l n="13">φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.</l><l n="14">ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="15">Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,</l><l n="16">τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος</l><l n="17">αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν</l><l n="18">ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων</l><l n="19">πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων</l><l n="20">καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε</l><l n="21">χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.</l><milestone ed="p" n="22" unit="card"/><l n="22"><milestone ed="P" unit="para"/>ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·</l><l n="23">τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,</l><l n="24">κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.</l><l n="25">ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ</l><l n="26">οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ,</l><l n="27">ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ</l><l n="28">καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,</l><l n="29">ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,</l><l n="30">τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.</l><l n="31">ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,</l><l n="32">καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="33">σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν</l><l n="34">Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;</l><l n="35">τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι</l><l n="36">ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ</l><l n="37">καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα</l><l n="38">ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.</l><l n="39">ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,</l><l n="40">ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα</l><l n="41">γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν,</l><l n="42">ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ</l><l n="43">εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·</l><l n="44">ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς</l><l n="45">γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.</l><l n="46">μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι</l><l n="47">ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·</l><l n="48">ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·</l><l n="49">τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.</l><l n="50">αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,</l><l n="51">ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο</l><l n="52">ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.</l><l n="53">μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·</l><l n="54">κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.</l></q><l n="55"><milestone ed="P" unit="para"/>τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·</l><q><l n="56">εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε</l><l n="57">εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.</l><l n="58">Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·</l><l n="59">αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ</l><l n="60">θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν</l><l n="61">Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι.</l><l n="62">πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι</l><l n="63">δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.</l></q><milestone ed="p" n="64" unit="card"/><l n="64"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="65">Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·</l><l n="66">οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ</l><l n="67">φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·</l><l n="68">ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.</l><l n="69">οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης</l><l n="70">λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.</l><l n="71">ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,</l><l n="72">λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ</l><l n="73">μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.</l><l n="74">ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,</l><l n="75">ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς</l><l n="76">δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ.</l></q><l n="77"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,</l><l n="78">μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης</l><l n="79">ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.</l><l n="80">ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,</l><l n="81">ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα</l><l n="82">ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.</l><l n="83">εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι</l><l n="84">εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς</l><l n="85">κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε</l><l n="86">φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.</l><l n="87">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="88">ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.</l></q><l n="89">τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="90">τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ</l><l n="91">μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.</l><l n="92">εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.</l><milestone ed="p" n="93" unit="card"/></q><l n="93"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων</l><l n="94">κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος.</l><l n="95">βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις</l><l n="96">ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.</l><l n="97">ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,</l><l n="98">εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες</l><l n="99">εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.</l><l n="100">ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη.</l><l n="101">Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε</l><l n="102">καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα.</l><l n="103">τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><q><l n="104">ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,</l><l n="105">πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·</l><l n="106">ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα.</l><l n="107">ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν</l><l n="108">Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·</l><l n="109">κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην·</l><l n="110">αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω</l><l n="111">αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.</l><l n="112">αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·</l><l n="113">σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων</l><l n="114">ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν</l><l n="115">Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν,</l><l n="116">αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ.</l><l n="117">αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω</l><l n="118">λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="119">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.</l><milestone ed="p" n="120" unit="card"/></q><l n="120"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,</l><l n="121">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα,</l><l n="122">ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γε</l><l n="123">εὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="124">ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·</l><l n="125">τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.</l><l n="126">ἣ δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ,</l><l n="127">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="128">τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων</l><l n="129">σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου</l><l n="130">οὔτʼ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι</l><l n="131">μίσγεσθʼ· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη</l><l n="132">ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.</l><l n="133">ἀλλʼ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·</l><l n="134">σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων</l><l n="135">ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν</l><l n="136">Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας.</l><l n="137">ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.</l></q><l n="138"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="139">τῇδʼ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,</l><l n="140">εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.</l></q><l n="141"><milestone ed="P" unit="para"/>ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς</l><l n="142">πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον.</l><l n="143">Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·</l><q><l n="144">βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο</l><l n="145">ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω</l><l n="146">λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="147">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ</l><l n="148">οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.</l><l n="149">κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι</l><l n="150">ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις</l><l n="151">νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.</l><l n="152">μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·</l><l n="153">τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,</l><l n="154">ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.</l><l n="155">αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,</l><l n="156">οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·</l><l n="157">οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,</l><l n="158">ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.</l><milestone ed="p" n="159" unit="card"/></q><l n="159"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.</l><l n="160">ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε.</l><l n="161">παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς</l><l n="162">δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸς</l><l n="163">ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ</l><l n="164">κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος</l><l n="165">τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.</l><l n="166">θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο</l><l n="167">τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ</l><l n="168">χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.</l><l n="169">στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα</l><l n="170">τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·</l><q><l n="171">θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·</l><l n="172">οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω</l><l n="173">ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="174">ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.</l><l n="175">λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,</l><l n="176">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ</l><l n="177">οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.</l><l n="178">κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι</l><l n="179">ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις</l><l n="180">νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.</l><l n="181">μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·</l><l n="182">τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης,</l><l n="183">ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.</l><l n="184">αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,</l><l n="185">οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·</l><l n="186">οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,</l><l n="187">ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.</l></q><l n="188"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="189">αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην</l><l n="190">ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς.</l><l n="191">αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα</l><l n="192">κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·</l><l n="193">ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·</l><q><l n="194">δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε</l><l n="195">λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="196">δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.</l><l n="197">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;</l><l n="198">αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε</l><l n="199">κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.</l><milestone ed="p" n="200" unit="card"/></q><l n="200"><milestone ed="P" unit="para"/>ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·</l><q><l n="201">ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ</l><l n="202">ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις;</l><l n="203">πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος</l><l n="204">ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς</l><l n="205">υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.</l><l n="206">εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν</l><l n="207">ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει,</l><l n="208">οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν</l><l n="209">ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ</l><l n="210">γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,</l><l n="211">ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων</l><l n="212">ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι</l><l n="213">ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο</l><l n="214">παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,</l><l n="215">ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων</l><l n="216">ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.</l></q><l n="217"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·</l><q><l n="218">μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ</l><l n="219">ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.</l><l n="220">εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν,</l><l n="221">ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,</l><l n="222">ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·</l><l n="223">νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,</l><l n="224">εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα</l><l n="225">τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="226">βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς</l><l n="227">ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.</l></q><milestone ed="p" n="228" unit="card"/><l n="228"><milestone ed="P" unit="para"/>ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν·</l><l n="229">ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,</l><l n="230">δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,</l><l n="231">τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας.</l><l n="232">χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,</l><l n="233">ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,</l><l n="234">ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες</l><l n="235">ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ</l><l n="236">φείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷ</l><l n="237">λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας</l><l n="238">αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων·</l><q><l n="239">ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν</l><l n="240">οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;</l><l n="241">ἦ ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκε</l><l n="242">παῖδʼ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·</l><l n="243">ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε</l><l n="244">κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε</l><l n="245">πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε</l><l n="246">ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.</l></q><l n="247"><milestone ed="P" unit="para"/>ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω</l><l n="248">σπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα</l><l n="249">νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον</l><l n="250">Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην</l><l n="251">Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·</l><l n="252">ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε·</l><q><l n="253">σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες</l><l n="254">Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.</l><l n="255">ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους</l><l n="256">Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι,</l><l n="257">Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην</l><l n="258">Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει</l><l n="259">ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.</l><l n="260">τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται</l><l n="261">ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι</l><l n="262">ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.</l><l n="263">οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,</l><l n="264">ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;</l><milestone ed="p" n="265" unit="card"/></q><l n="265"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν</l><l n="266">ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην</l><l n="267">καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,</l><l n="268">κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον</l><l n="269">πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·</l><l n="270">ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.</l><l n="271">καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ</l><l n="272">πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,</l><l n="273">τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα</l><l n="274">ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.</l><l n="275">ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης</l><l n="276">νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα,</l><l n="277">ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,</l><l n="278">τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.</l><l n="279">ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς</l><l n="280">αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.</l><l n="281"><milestone ed="P" unit="para"/>τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι</l><l n="282">κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες·</l><l n="283">ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ</l><l n="284">οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι</l><l n="285">χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·</l><l n="286">στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="287">τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι</l><l n="288">ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς</l><l n="289">ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.</l><l n="290">ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι</l><l n="291">Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,</l><l n="292">αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ</l><l n="293">φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,</l><l n="294">δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας</l><l n="295">τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.</l><l n="296">εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,</l><l n="297">οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην</l><l n="298">νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.</l></q><milestone ed="p" n="299" unit="card"/><l n="299"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·</l><q><l n="300">ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω.</l><l n="301">ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ.</l></q><l n="302"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς</l><l n="303">χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη</l><l n="304">χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα.</l><l n="305">νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·</l><l n="306">εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον</l><l n="307">οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·</l><q><l n="308">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε</l><l n="309">δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν,</l><l n="310">πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ</l><l n="311">φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,</l><l n="312">δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας</l><l n="313">τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.</l></q><l n="314"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς</l><l n="315">αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν</l><l n="316">μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν.</l><l n="317">ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται</l><l n="318">ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα,</l><l n="319">τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι</l><l n="320">δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες</l><l n="321">γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.</l><l n="322"><milestone ed="P" unit="para"/>σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,</l><l n="323">ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.</l><l n="324">πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,</l><l n="325">τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν</l><l n="326">ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε</l><l n="327">καρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντο</l><l n="328">πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.</l><l n="329">οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο,</l><l n="330">οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο</l><l n="331">παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν</l><l n="332">ἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα,</l><l n="333">αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·</l><q><l n="334">Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν</l><l n="335">ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες ᾧ κʼ ἐθέλῃσθα,</l><l n="336">βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν</l><l n="337">ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ</l><l n="338">τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δʼ ἱκέσθαι.</l><milestone ed="p" n="339" unit="card"/></q><l n="339"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.</l><l n="340">αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα</l><l n="341">ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν</l><l n="342">ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·</l><l n="343">εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει</l><l n="344">ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·</l><l n="345">τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.</l><l n="346">αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,</l><l n="347">βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς</l><l n="348">πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.</l><l n="349"><milestone ed="P" unit="para"/>οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,</l><l n="350">στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν</l><l n="351">ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.</l><l n="352">τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ</l><l n="353">Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·</l><q><l n="354">φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.</l><l n="355">ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω.</l><l n="356">ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειτα</l><l n="357">γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ.</l></q><l n="358"><milestone ed="P" unit="para"/>ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς,</l><l n="359">ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,</l><l n="360">στῆ δὲ ταφών· αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν</l><l n="361">χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·</l><q><l n="362">πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις</l><l n="363">νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;</l><l n="364">οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,</l><l n="365">οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;</l><l n="366">τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν</l><l n="367">τοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;</l><l n="368">οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,</l><l n="369">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.</l><l n="370">ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον</l><l n="371">σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.</l><milestone ed="p" n="372" unit="card"/></q><l n="372"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="373">οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.</l><l n="374">ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,</l><l n="375">ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι</l><l n="376">αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,</l><l n="377">πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων.</l></q><l n="378"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="379">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.</l><l n="380">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="381">ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ</l><l n="382">ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,</l><l n="383">ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν</l><l n="384">δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε</l><l n="385">σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετʼ Ἀχαιῶν.</l></q><l n="386"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·</l><q><l n="387">τίς δὲ σύ ἐσσι φέριστε τέων δʼ ἔξεσσι τοκήων;</l><l n="388">ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.</l></q><l n="389"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="390">πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.</l><l n="391">τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ</l><l n="392">ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτʼ ἐπὶ νηυσὶν ἐλάσσας</l><l n="393">Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ·</l><l n="394">ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς</l><l n="395">εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι.</l><l n="396">τοῦ γὰρ ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής·</l><l n="397">Μυρμιδόνων δʼ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.</l><l n="398">ἀφνειὸς μὲν ὅ γʼ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,</l><l n="399">ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·</l><l n="400">τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι.</l><l n="401">νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρ</l></q></div></div></body></text></TEI>