ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν, εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον. λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος