<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="888">ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.</l><l n="889">τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="890">Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων</l><l n="891">ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·</l><l n="892">ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας</l><l n="893">ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,</l><l n="894">εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.</l></q><l n="895"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="896">δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="897">Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.</l></div><div type="textpart" subtype="Book" n="24"><milestone ed="p" n="1" unit="card"/><l n="1">λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι</l><l n="2">ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο</l><l n="3">ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς</l><l n="4">κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος</l><l n="5">ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα</l><l n="6">Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,</l><l n="7">ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα</l><l n="8">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·</l><l n="9">τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,</l></div></div></body></text></TEI>