ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος. τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς· Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος· ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν, εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον. λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ, ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων· τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,