αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν· τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην, ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν. ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.