μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί. σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν. αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν· τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην, ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν. ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε. ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε, Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας. αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος, κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν· ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,