<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="868">ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη</l><l n="869">μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.</l><l n="870">σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς</l><l n="871">τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.</l><l n="872">αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι</l><l n="873">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.</l><l n="874">ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·</l><l n="875">τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,</l><l n="876">ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ</l><l n="877">πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις</l><l n="878">ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο</l></div></div></body></text></TEI>