<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="23"><l n="867">ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.</l><l n="868">ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη</l><l n="869">μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.</l><l n="870">σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς</l><l n="871">τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.</l><l n="872">αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι</l><l n="873">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.</l><l n="874">ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·</l><l n="875">τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,</l><l n="876">ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ</l><l n="877">πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις</l><l n="878">ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο</l><l n="879">αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.</l><l n="880">ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ</l><l n="881">κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.</l><l n="882">ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,</l><l n="883">Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.</l><l n="884"><milestone ed="P" unit="para"/>αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,</l><l n="885">κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα</l><l n="886">θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν·</l><l n="887">ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,</l><l n="888">ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.</l><l n="889">τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="890">Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων</l><l n="891">ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·</l><l n="892">ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας</l><l n="893">ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,</l><l n="894">εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.</l></q><l n="895"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="896">δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="897">Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.</l></div><div type="textpart" subtype="Book" n="24"><milestone ed="p" n="1" unit="card"/><l n="1">λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι</l><l n="2">ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο</l><l n="3">ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς</l><l n="4">κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος</l><l n="5">ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα</l><l n="6">Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,</l><l n="7">ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα</l><l n="8">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·</l><l n="9">τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,</l><l n="10">ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε</l><l n="11">ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς</l><l n="12">δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς</l><l n="13">φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.</l><l n="14">ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="15">Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,</l><l n="16">τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος</l><l n="17">αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν</l><l n="18">ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων</l><l n="19">πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων</l><l n="20">καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε</l><l n="21">χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.</l><milestone ed="p" n="22" unit="card"/><l n="22"><milestone ed="P" unit="para"/>ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·</l><l n="23">τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,</l><l n="24">κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.</l><l n="25">ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ</l><l n="26">οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ,</l><l n="27">ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ</l><l n="28">καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,</l><l n="29">ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,</l><l n="30">τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.</l><l n="31">ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,</l><l n="32">καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="33">σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν</l><l n="34">Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;</l><l n="35">τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι</l><l n="36">ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ</l></q></div></div></body></text></TEI>